Γάβαλα, πόλις Φοινίκης, ἣν θηλυκῶς Ἑκαταῖός φησιν. ὁ δὲ Στράβων Συρίας, πλησίον Λαοδικείας. ὁ οἰκήτωρ Γαβαλίτης καὶ θηλυκὸν ἡ Γαβαλῖτις, ἀλλὰ καὶ Γαβαλεύς ὡς Μεγαρεύς. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλλαβὴ διὰ τοῦ « ε » Γέβαλα, καὶ τὸ ἐθνικὸν Γεβαληνός ὡς Δαυηνός Ἀδαρηνός, τῷ τύπῳ τῶν ἐγχωρίων.
Translation pending