Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γαβαούπολις, πόλις τῆς Γαλιλαίας. τὸ ἐθνικὸν Γαβαουπολίτης. Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας “Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθε.”
…· Ἡρόδοτος δευτέρῳ (c. 97). Ἀφροδιτόπολις ἡ καὶ Ἀφροδίτης πόλις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις.... ἀπὸ Βίθυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 7) «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι…