Νῦσαι

Stephanos of Byzantium - Ethnika

Νῦσαι OCR ✓ Trans ✓ Confirmed ✓
city
Νῦσαι, πόλεις πολλαί. πρώτη ἐν Ἑλικῶνι. δευτέρα ἐν Θρᾴκῃ. τρίτη ἐν Καρίᾳ. τετάρτη ἐν Ἀραβίᾳ. πέμπτη ἐν Αἰγύπτῳ. ἕκτη ἐν Νάξῳ. ἑβδόμη ἐν Ἰνδοῖς. ὀγδόη ἐπὶ τοῦ Καυκάσου ὄρους. ἐνάτη ἐν Λιβύῃ. δεκάτη ἐν Εὐβοίᾳ, ἔνθα διὰ μιᾶς ἡμέρας τὴν ἄμπελόν φασιν ἀνθεῖν καὶ τὸν βότρυν πεπαίνεσθαι. τὸ ἐθνικὸν Νυσεύς καὶ Νυσαΐς θηλυκόν, ἀφ´ οὗ κτητικὸν Νυσήιος. λέγεται καὶ Νυσαῖος, καὶ ἐξ αὐτοῦ Νυσαιεύς τρισυλλάβως καὶ Νυσαεύς ἄνευ τοῦ « ι ».

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.