Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…δὲ χωριζομένην, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ ηὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δ´ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα πρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί”. Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησί, καὶ Ἀθήναιος ἐν δειπνοσοφιστῶν τρίτῃ οὕτως. τὸ ἐθνικὸν Γαγγρηνός ὡς Βοστρηνός. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. τὸ ἐθνικὸν δεῖ Γαγγραῖοι ὡς Σαβαῖοι. δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡς Ἔδεσσα Ἐδεσσαῖος καὶ Ἐδε…
…ζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δ´ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα ἀπρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί«. Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησίν. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. Γάδρα πόλις Παλαιστίνης. Πάτρα ἓν τῶν τριῶν παρ´ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος. Πάτραι πόλις Ἀχαΐας ἀπό τινος Πατρέως. ἕδρα. Γέρρα πόλις Χαλδαίων.