Γάζα, πόλις Φοινίκης, νῦν δὲ Παλαιστίνης πρὸ τῆς Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν, ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους. μυθολογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων. ἐκλήθη δὲ καὶ Ἰώνη ἀπὸ τῆς Ἰοῦς προσπλευσάσης καὶ μεινάσης [αὐτῆς] ἐκεῖ. ἐκλήθη δὲ καὶ Μίνῳα ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔνθεν καὶ τὸ τοῦ Κρηταίου Διὸς παρ´ αὐτοῖς εἶναι, ὃν καὶ καθ´ ἡμᾶς ἐκάλουν Μαρνᾶν, ἑρμηνευόμενον Κρηταγενῆ. τὰς παρθένους γὰρ οὕτως Κρῆτες προσαγορεύουσι Μαρνάν. ὁ πολίτης Γαζαῖος. λέγονται καὶ Γαζηνοί παραλόγως, ὡς Παυσανίας. λέγονται καὶ Γαζῖται παρὰ τοῖς ἐγχωρίοις. καὶ οἱ κέραμοι λέγονται Γαζῖται. καί ἐστιν ὅμοιον τῷ Αἰγινῆται καὶ Αἰγιναῖοι κατὰ τὴν διαφοράν, ἐναντίον δὲ τὸ τῶν τύπων· οἱ μὲν γὰρ πολῖται Αἰγινῆται καὶ Γαζαῖοι, οἱ δὲ κέραμοι Γαζῖται καὶ Αἰγιναῖοι. εἰσὶ καὶ διὰ τοῦ « η » ἔθνος Γαλατῶν χρυσοφοροῦν, ὡς Εὐφορίων. λέγονται καὶ διὰ τοῦ « α » Γαζᾶται, ὡς πολυίστωρ. ἔστι καὶ Γάζα τείχισμα Θρᾴκης.
Translation pending