Γάζος, πόλις Ἰνδική, κατὰ Διονύσου πολεμήσασα μετὰ Δηριάδου, λινοῦν ἔχουσα τεῖχος, καθὰ [Διονύσιος] ἐν τρίτῃ Βασσαρικῶν Γήρειαν Ῥοδόην τε καὶ οἳ λινοτειχέα Γάζον τοῖόν μιν κλωστοῖο λινοῦ πέρι τεῖχος ἐέργει, ἀστύφελον δηίοισι, καὶ εἰ παγχάλκεοι εἶεν, εὖρος μὲν μάλα δή τι διαμπερὲς ὀργυιῇσιν μετρητὸν πισύρεσσιν, ἀτὰρ μῆκός τε καὶ ἰθύν ὅσσον ἀνὴρ δοιοῖσιν ἐν ἠελίοισιν ἀνύσσει, ἠῶθεν κνέφας ἄκρον ἐπειγόμενος ποσὶν οἷσιν. τὸ ἐθνικὸν Γάζιος.
Translation pending