Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γανδάραι, Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Γανδάριοι παρ´ αὐτῷ καὶ Γανδαρική ἡ χώρα.
… Σαΐξης ἔθνος παρὰ τῷ Ἴστρῳ. * Ἔτι τὰ εἰς 'πης' Παντικάπης ποταμός, Ὑστάσπης ἔθνος Περσικόν. Ἔτι τὰ εἰς 'αρης', εἰ μὴ ἐπίθετα εἴη, Κυαξάρης, Παντάρης, Σωχάρης, Τυνδάρης, Ἀφάρης, Ἀμφιάρης, Καβάρης ὄνομα ποταμοῦ, Γανδάρης Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Γανδάριοι παρ´ αὐτῷ. Δουσάρης θεὸς παρὰ Ἄραψι καὶ Δαχαρηνοῖς τιμώμενος, ἀφ´ οὗ Δουσαρή σκόπελος Ἀραβίας. τὸ δὲ θυμαρής »ἔχει δ´ ἄλοχον θυμαρέα« (Il. Ι 336) καὶ »σκῆπτρον θυμαρές« (Od. ρ 199) ὀξύνεται· ἔστι γὰρ ἐπίθετον παρὰ τὸ θυμός καὶ ἀρ…