Stephanos of Byzantium - Ethnika
Gargara)">Gargara: a city in the Troad, on the peak of Ida, called Palaigargaros, which Strabo and Hekataios call Aiolian. Alkman, however, refers to Gargara in the feminine. The Leleges dwelt there. It was named after Gargaros, son of Zeus, who came from Thessaly, from Larissa. There too Diotimos of Adramyttion taught letters; of him Aratos said:
I lament that alone among the rocks he sits,saying beta and alpha to the children of the Gargareans.
There is also Gargara)">Gargara, a promontory. Epaphroditos says that the city is spoken of in the feminine, but the cape in the neuter. Hellanikos called the city ‘Gargason’, with σ, but I think this is an error. There is also Gargaron, a small town of Lampsakos; there is another in Italy, and another in Epeiros. The ethnonym is ‘Gargareus’, and the feminine is ‘Gargaris’.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ὶ Διότιμος ὁ Ἀδραμυττηνὸς ἐδίδασκε γράμματα, εἰς ὃν Ἄρατος εἶπεν “αἰάζω ὅτι μοῦνος ἐνὶ πέτρῃσι κάθηται παισὶν Γαργαρέων βῆτα καὶ ἄλφα λέγων”. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτος δέ φησιν ὅτι ἡ μὲν πόλις θηλυκῶς λέγεται, τὸ δ´ ἀκρωτήριον οὐδετέρως. Ἑλλάνικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ « σ », ἀλλ´ οἴομαι σφάλμα εἶναι. ἔστι καὶ Λαμψάκου πολισμάτιον Γάργαρον· ἔστι καὶ ἑτέρα τῆς Ἰταλίας, καὶ τῆς Ἠπείρου ἄλλη. τὸ ἐθνικὸν Γαργαρεύς, καὶ θηλυκῶς Γαργαρίς.
…αὶ Ἑκαταῖος. Ἀλκμὰν δὲ θηλυκῶς τὴν Γάργαρόν φησιν. ἐν ᾗ κατῴκουν οἱ Λέλεγες. ὠνομάσθη δ´ ἀπὸ Γαργάρου τοῦ Διὸς καὶ Λαρίσσης τῆς ἐν Θεσσαλίᾳ. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτος δέ φησιν, ὅτι ἡ μὲν πόλις θηλυκῶς λέγεται, τὸ δὲ ἀκρωτήριον οὐδετέρως. Ἑλλάνικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ 'σ', ἀλλ´ οἴομαι σφάλμα εἶναι. ἔστι καὶ Λαμψάκου πολισμάτιον Γάργαρον. ἔστι καὶ ἑτέρα τῆς Ἰταλίας καὶ τῆς Ἠπείρου ἄλλη. Ταίναρον, οἴναρον. Αὔαρα πόλις Ἀραβίας. Γάδαρα πόλις κοίλης Συρίας, ἥτις καὶ Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. ἔστι καὶ Γάδαρα κώμη Μακεδονίας. Γίνδαρα κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Δαύσαρα πόλις περὶ τὴν Ἔδεσσαν. Κύδραρα πόλις π…