Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γάργη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. τὸ ἐθνικὸν Γαργαῖος ὡς Βεργαῖος, τῷ τύπῳ δὲ Γαργίτης.
… στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. Τὰ εἰς 'γη' ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, …