Γέα

Stephanos of Byzantium - Ethnika

Γέα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #41
Greek source: meineke
Meineke: 200.5 | Billerbeck: Γ41
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-10
Word count: 50
Source: vol1_486.jpg
Edit
Γέα, πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν Γέιος. ἐν Πέτραις δ´ ἐπιχωριάζειν κύριον ὄνομα τὸ Γέσιος. ὅθεν ἦν ὁ περιφανὴς τῶν ἰατρῶν σοφιστής, ἴσως ἐντεῦθεν κεκλημένος. κατὰ ἀναλογίαν δ´ ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν, ὡς τὸ Ἰθακήσιος, καὶ κατὰ συγκοπὴν Γέσιος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.120
char LCS 60 (23.0%) · word LCS 11 (22.0%)
Stephanos
… Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. τὸ ἐθνικὸν Γέιος. ἐν Πέτραις δ´ ἐπιχωριάζειν κύριον ὄνομα τὸ Γέσιος. ὅθεν ἦν ὁ περιφανὴς τῶν ἰατρῶν σοφιστής, ἴσως ἐντεῦθεν κεκλημένος. κατὰ ἀναλογίαν δ´ ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν, ὡς τὸ Ἰθακήσιος, καὶ κατὰ συγκοπὴν Γέσιος.
Herodian
… Φλιάσιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ 'α' Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐφορίων. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονήσιος. Ἑκαταῖος Εὐρώπῃ «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμορέουσι Χερσονήσιοι», οὗ τ…