Γελωνός

Stephanos of Byzantium - Ethnika

Γελωνός OCR ✓ Trans ✓ Confirmed ✓
city
Γελωνός, πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ, ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ὁ οἰκήτωρ ὁμοφώνως. ὀξύνεται δέ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ἔθνει μεγάλῳ, ὡς Ἡρόδοτος. παρὰ τούτοις ζῷον θαυμάσιον ὃ ὀνομάζεται τάρανδος, καὶ μεταβάλλει τὰς χρόας τῶν τριχῶν καθ´ ὃν ἂν τόπον ᾖ. ἔστι δὲ δυσθήρατον διὰ τὴν μεταβολήν· οἵοις γὰρ ἂν ᾖ τόποις, τοιοῦτος γίνεται τὴν τρίχα. καὶ θαῦμα· ὁ γὰρ χαμαιλέων καὶ ὁ πολύπους τὴν χρόαν μεταβάλλει. τὸ μέγεθος βοός, τοῦ προσώπου τὸν τύπον [ἐοικὸς] ἐλάφῳ, ὡς Ἀριστοτέλης πέμπτῳ θαυμασίων ἀκουσμάτων.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.185
char LCS 73 (16.4%) · word LCS 13 (14.8%)
Stephanos
Γελωνός, πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ, ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ὁ οἰκήτωρ ὁμοφώνως. ὀξύνεται δέ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ἔθνει μεγάλῳ, ὡς Ἡρόδοτος. παρὰ τούτοις ζῷον θαυμάσιον ὃ ὀνομάζεται τάρανδος, καὶ μεταβάλλει τὰς χρόας τῶν τριχῶν καθ´ ὃν ἂν τόπον ᾖ. ἔστι …
Herodian
…ὲ γενικαὶ αἱ διὰ τοῦ 'νος' ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι εἰ παραλήγοιντο τῷ 'υ', ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, Πόλτυνος· καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος. Τὰ εἰς 'ωνος' ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται, κοινωνός, οἰωνός, Γελωνός πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ὡς Ἡρόδοτος (IV 108). καὶ ὁ οἰκήτωρ ὁμοφώνως. υἱωνός, Τιθωνός, Κολωνός, μελεδωνός, Ἠδωνός ἔθνος Θρᾴκης ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ, Ἐτεωνός πόλις Βοιωτίας. Ὅμηρος «πολύ…