Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γενήτης, λιμὴν καὶ ποταμὸς [Καππαδοκίας]. Ἀπολλώνιος ἄκραν Γενηταίαν φησί. Σοφοκλῆς ποταμὸν Γένητα φησίν. ἔστιν οὖν ἐκ τῆς Γένητος γενικῆς Γενηταῖος καὶ Γενηταία ἄκρα. καὶ τὸ Γενήτης ἐκ τῆς Γένητος, ὡς τῆς Οἰδίποδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Ἡρωδιανὸς δὲ “ὡς τὸ σεληναία ἁμαξαία” φησί.
…ικὴν ἢ εἰς 'τος'. τὰ βαρύτονα πένης, πλάνης, Μύνης, χλούνης, Φάνης. Τένης ὁ Κύκνου, Τύνης πόλις Λιβύης ἀντικρὺ Σικελίας, Κύνης ἔθνος Ἰβηρίας, Γένης ποταμὸς Καππαδοκίας παρὰ Σοφοκλεῖ, ὃς καὶ Γενήτης καλεῖται ἐκ τῆς γενικῆς ὡς τῆς Οἰδιπόδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Σίνης ἔθνος. Ἄρης ὁ θεὸς παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι, ἔστι καὶ Ἄρης χωρίον Εὐβοίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ Φιλιππικῶν. Δάρης· γέγονε δὲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ) καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φ…
Γενήτης, λιμὴν καὶ ποταμὸς [Καππαδοκίας]. Ἀπολλώνιος ἄκραν Γενηταίαν φησί. Σοφοκλῆς ποταμὸν Γένητα φησίν. ἔστιν οὖν ἐκ τῆς Γένητος γενικῆς Γενηταῖος καὶ Γενηταία ἄκρα. καὶ τὸ Γενήτης ἐκ τῆς Γένητος, ὡς τῆς Οἰδίποδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Ἡρωδιανὸς …
…δάμαλος δαμάλης »δαμάλης ἔρως«, ἀπὸ τοῦ χαράξω Χάραξος Χαράξης, εὔπατρις εὐπάτριδος εὐπατρίδης εὐπατρίδου, ἑπτάπους ἑπτάποδος ἑπταπόδης παρ´ Ἡσιόδῳ, τρίπους τρίποδος τριπόδης, Οἰδίπους Οἰδίποδος Οἰδιπόδης. Γένης Γένητος Γενήτης λιμὴν καὶ ποταμὸς Καππαδοκίας. τὸ δὲ ἐθελοντής ἀπὸ τοῦ ἐθέλοντος καὶ ἑκοντής ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς. τὸ δὲ νεοπτορθής παρὰ τὸ νεόπτορθος καὶ πολυκλαδής παρὰ τὸ πολύκλαδος ὀξύνονται ὡς διὰ τοῦ 'ους' κλινόμενα. Τὰ εἰς 'ης' ἐπίθετα παρὰ ῥῆμα σ…