Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γεράνεια, πόλις Φρυγίας. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ´ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. τὸ πρωτότυπον Γεράνη, ἐξ ἧς Γεράνεια. τὸ ἐθνικὸν Γερανεύς, ἢ Γερανειάτης τῷ τύπῳ τῆς χώρας.
…. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους. Εὐρώπη Εὐρώπεια. Σκάρφεια πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται δὲ ἀπὸ Σκαρφείας. καὶ Σκάρφην τὴν αὐτὴν λέγει Στράβων. Γεράνεια πόλις Φρυγίας ἀπὸ πρωτοτύπου Γεράνη. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ´ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆσος Τυρσηνῶν. Φίλιστος ἐν εʹ Σικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖος Εὐρώπῃ. Πολύβιος δ´ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου…