Γέρασα, πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. ἐξ αὐτῆς Ἀρίστων ῥήτωρ ἀστεῖός ἐστιν, ὡς Φίλων, καὶ Κήρυκος σοφιστὴς καὶ Πλάτων νομικὸς ῥήτωρ, πᾶσαν παίδευσιν ὡς μίαν ἀποστοματίζων καὶ ἐν συνηγορίαις καὶ παρεδρευταῖς καὶ θρόνοις τὴν ὀρθότητα τῶν νόμων ἐπιτηδεύων. τὸ ἐθνικὸν Γερασηνός, ὡς Μήδαβα Μηδαβηνός.
Translation pending