Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γέργις, πόλις Τροίας. καὶ κλίνεται Γέργιθος. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς, ὡς Τροίζηνος. ὁ πολίτης Γεργίθιος, τὸ θηλυκὸν Γεργιθία· ἀφ´ οὗ Γεργιθία ἡ χρησμολόγος Σίβυλλα, ἥ τις καὶ ἐτετύπωτο ἐν τῷ νομίσματι τῶν Γεργιθίων αὐτή τε καὶ σφίγξ, ὡς Φλέγων ἐν Ὀλυμπιάδων αʹ. ἐν δὲ τῷ ἱερῷ τοῦ Γεργιθίου Ἀπόλλωνος Σι…
…ημείωσαι τὸ καλλαβίς. Τὰ εἰς 'γις' δισύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ 'γ', αἰγίς, μαγίς, σφαγίς, σφραγίς, Βρυγίς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ 'γ' γὰρ ὥσπερ καὶ τὸ γέλγις γίγγις. ἔστι δὲ Γέργις πόλις Τροίας. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς ὡς Τροίζηνος Ἔτι τὰ εἰς 'γις' πολυσύλλαβα, στρατηγίς, ἁλουργίς, ἀμοργίς. τὸ δὲ ἄμοργις ἡ ὑποστάθμη βαρύνεται καὶ Μέσσωγις ὄρος Λυδίας. * Τὰ εἰς 'δις' παρώνυμα ὀξύνεται, Μηδίς, Ἀσπενδίς «Ἀσπενδίδα γαῖαν». Λαρανδίς. τὰ δὲ ἄλλα βαρύνετ…