Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γέρην, πόλις ἢ κώμη Λέσβου, ἀπὸ Γέρηνος τοῦ Ποσειδῶνος. [τὸ ἐθνικὸν ὁμοφώνως] καὶ θηλυκῶς Γερηνίς.
…ἰς 'ρην' καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς τὸ 'ε' φωνῆεν καταλήγουσαν ὀξύνεται, Σειρήν, Πειρήν καθ´ Ἡσίοδον πατὴρ Ἰοῦς, πυρήν, πλὴν τοῦ ἄῤῥην. Τὰ εἰς 'ρην' καθαρὸν τῷ 'ε' παραλήγοντα παροξύνεται, Γέρην πόλις καὶ κώμη Λέσβου ἀπὸ Γέρηνος τοῦ Ποσειδῶνος. τὸ ἐθνικὸν ὁμοφώνως, τέρην, Θέρην ποταμός, περπέρην. Τὰ εἰς 'ιν' δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς. Τελχῖνες δὲ ἐλέγοντο οἱ Κρῆτες. εἰσὶ δὲ καὶ φθονεροὶ δαίμονες οἰκήσαντες τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖ…