Γερηνία

Stephanos of Byzantium - Ethnika

Γερηνία OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #60
Greek source: meineke
Meineke: 205.5 | Billerbeck: Γ60
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-10
Word count: 63
Source: vol1_496.jpg
Edit
Γερηνία, πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. Ἡσίοδος ἐν αʹ καταλόγων “κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ´ ἱπποδάμοισι Γερήνοις”. ἀπὸ εὐθείας τῆς Γέρηνος. καὶ αὖθις “Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ”. ἐξ ἧς εὐθείας, τῆς ἡ Γέρηνος, τὸ Γερηνεύς ὡς τοῦ Ἄλος Ἀλεύς, καὶ ἐξ αὐτοῦ Γερηνία καὶ Γερήνιος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.182
char LCS 132 (40.5%) · word LCS 22 (34.4%)
Stephanos
Γερηνία, πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. Ἡσίοδος ἐν αʹ καταλόγων “κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ´ ἱπποδάμοισι Γερήνοις”. ἀπὸ εὐθείας τῆς Γέρηνος. καὶ αὖθις “Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ”. ἐξ ἧς εὐθείας, τῆς ἡ Γέρηνος, τὸ Γερηνεύς ὡς τοῦ Ἄλος Ἀλεύς, καὶ ἐξ αὐτοῦ Γερηνία καὶ Γερήνιος.
Herodian
(Β 847). ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνος ὁ Γέρηνος· Ἡσίοδος ἐν αʹ καταλόγων «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ´ ἱπποδάμοισι Γερήνοις». καὶ αὖθις «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόσκειται δὲ «εἰ μὴ παρὰ Συρακουσίοις παράγοιτο καθ´ ὁμοιωματικὴν σημασίαν» διὰ τὸ τοσσῆνος, τοιῆνος. Τὰ εἰς 'ινος' ὑπερδισύλλαβα τὸ 'ι' βραχὺ ἔχοντα σημαίνοντα με…