Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γετία, ἡ χώρα τῶν Γετῶν. Γέτης γὰρ τὸ ἐθνικόν, οὐ τὸ κύριον. ἔστι δὲ Θρᾳκικὸν ἔθνος. ἔστι καὶ θηλυκῶς Γέτις· οὕτως γὰρ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου. καὶ κτητικῶς λέγεται Γετικός, ἀφ´ οὗ Κρίτωνος Γετικά, καὶ θηλυκὸν Γετική. νόμοι δὲ Γετῶν τὸ ἐπισφάζειν τὴν γυναῖκα τῷ ἀνδρὶ καὶ ὅταν ἐπικηρυκεύωνται κιθαρίζειν. Ἀρριανὸς δὲ Γετηνοὺς αὐτούς φησι.
…αραληγόμενον. Τὰ εἰς 'ις' θηλυκὰ ἀπὸ τῶν εἰς 'ης' ἀρσενικῶν γινόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ἀΐτης, ἀῖτις, ὁ πολίτης ἡ πολῖτις, πολιήτης πολιῆτις. Γέτης Γέτις· οὕτως δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου, Μακέτης Μακέτις, ἀγρότης ἀγρότις, ἀγροιώτης ἀγροιῶτις, Μασσαγέτης Μασσαγέτις καὶ Μασσαγῆτις, ἴσως διὰ τὸ μέτρον. πρεσβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτης ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπ…