Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γῆ, ἀπὸ τοῦ γέα κραθέν· ἀφ´ οὗ τὸ γέγειος κτητικὸν πλεονασμῷ τοῦ « γ ». ἢ παρὰ τὸ γῆ γήιος, ἀφ´ οὗ καὶ γηίτης ὁ αὐτόχθων καὶ γῆν οἰκῶν, καὶ γήινος μετουσιαστικόν. λέγεται καὶ γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ « α » φασὶ δωρίζοντες. “διαφέρει γήπεδον οἰκοπέδου· οἰκόπεδον γὰρ οἰκίας ἐστὶ κατερριμμένης ἐδαφος, γήπεδον δὲ τὸ ἐν ταῖς πόλεσι προσκείμενον ταῖς οἰκίαις κηπίον”. ἀπὸ τοῦ γῆ γαῖα. ὁ οἰκήτωρ γαιάτης, καὶ γαιήιος κτητικόν, καὶ θηλυκὸν γαιηιάς…
χέρνιβον, δάπεδον, σίττυβον τὸ μικρὸν δέρμα, στρατόπεδον, ἔνεδρον, πρόσωπον, γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ 'α' φασὶ δωρίζοντες, σέλινον, ἔνδινον, ὃ παρὰ τὸ ἔνδον παρῆκται ὡς παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. ναύμαχον «ναύμαχον ἐν παλάμῃσιν» (Ο 677) εἶδος δόρατος παρὰ ῥῆμα σύνθετον ὡς χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· ὑπεσταλμένων τῶν κατ…