Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γλάνις, ποταμὸς Κύμης, ὡς Λυκόφρων “Γλάνις δὲ ῥείθροις δέξεται τέγγων χθόνα”. καὶ ἀπ´ αὐτοῦ ἰχθὺς γλάνις ὁ καλούμενος γλάνιος. ἔστι καὶ Ἰβηρίας ποταμός. ἔστι καὶ Ἰταλίας τρίτος ποταμὸς περὶ τὸν Τίβεριν ποταμόν.
…ς κείμενα 'α' ἢ 'ο' παραληγόμενα, ῥανίς, χλανίς, σανίς, ὀνίς, κονίς τὸ ἐπὶ τῆς κεφαλῆς, κόνις δὲ τὸ χῶμα, σπάνις καὶ φρόνις οὐκ ἐπὶ οὐσίας. τὸ δὲ ὕνις βαρύνεται τὸ 'υ' ἔχον ὥσπερ τὸ κύνις ἡ χείρ. τὰ δὲ κύρια βαρύνονται, Γλάνις ποταμὸς Κύμης ὡς Λυκόφρων (v. 718) «Γλάνις δὲ ῥείθροις δέξεται τέγγων χθόνα» καὶ ἀπ´ αὐτοῦ ἰχθῦς ὁ καλούμενος γλάνις ὁ καὶ γλάνιος. ἔστι καὶ Ἰβηρίας ποταμός. ἔστι καὶ Ἰταλίας τρίτος ποταμὸς περὶ τὸν Τίβεριν ποταμόν. Τάνις πόλις μεγάλη Αἰγύπτου. Τὰ εἰς 'νις' δισύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνε…