Γόννοι

Stephanos of Byzantium - Ethnika

Γόννοι OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #94
Greek source: meineke
Meineke: 210.15 | Billerbeck: Γ94
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-11
Word count: 66
Source: vol1_506.jpg
Edit
Γόννοι, πόλις Περραιβίας, ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. ὁ πολίτης Γούνιος καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶς τοῦ « υ ». τοὺς δὲ Περραιβοὺς Αἰολεῖς ὄντας τὰ σύμφωνα διπλοῦν καὶ Περραιβοὺς καλοῦντας ἑαυτοὺς καὶ Γόννον διὰ δύο « νν » τὴν πόλιν· γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. τὸ ἐθνικὸν καὶ Γονατᾶς, ὃ καὶ παράλογον διὰ τὸν τόνον, καὶ Γόννιος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.174
char LCS 71 (23.2%) · word LCS 12 (18.5%)
Stephanos
Γόννοι, πόλις Περραιβίας, ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. ὁ πολίτης Γούνιος καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶς τοῦ « υ ». τοὺς δὲ Περραιβοὺς Αἰολεῖς ὄντας τὰ σύμφωνα διπλοῦν καὶ Περραιβοὺς καλοῦντας ἑαυτοὺς καὶ Γόννον διὰ δύο « νν » τὴν πόλιν· γόννα γὰρ οἱ Αἰ…
Herodian
… τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυμνός ὁ κεκαλυμμένος. Τὰ εἰς δύο 'νν' βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει, βλέννος, θύννος, Κύννος ὁ ἀδελφὸς Κοίου, Σάννος ἔθνος. Βοῦννος πόλις Ἰλλυρίας. Γόννοι πόλις Περραιβίας ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος (Β 748). Αἰολεῖς ὄντες οἱ Περραιβοὶ τὰ σύμφωνα ἐδίπλουν καὶ Περραιβοὺς ἑαυτοὺς καλοῦντες
Herodian 1.175
char LCS 41 (13.4%) · word LCS 11 (16.9%)
Stephanos
…σα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. ὁ πολίτης Γούνιος καὶ Γουνία ἡ γυνὴ καὶ ἡ χώρα. γράφεται δὲ καὶ χωρὶς τοῦ « υ ». τοὺς δὲ Περραιβοὺς Αἰολεῖς ὄντας τὰ σύμφωνα διπλοῦν καὶ Περραιβοὺς καλοῦντας ἑαυτοὺς καὶ Γόννον διὰ δύο « νν » τὴν πόλιν· γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. τὸ ἐθνικὸν καὶ Γονατᾶς, ὃ καὶ παράλογον διὰ τὸν τόνον, καὶ Γόννιος.
Herodian
καὶ Γόννοι διὰ δύο 'νν' τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. Σίγυννος· πόλις Αἰγύπτου, ὡς Κτησίας ἐν πρώτῳ περίπλων. καὶ ὁ πολίτης ὁμοφώνως. Ἄργυννος υἱὸς Πεισιδίκης τῆς Λεύκωνος τοῦ Ἀθάμαντος τοῦ Σισύφου τοῦ Αἰόλου ἐρώμενος Ἀγαμέμνονος, Βοιωτός, ὃς ἀνιὼν εἰς τὸν Κηφισσὸν τελευτ…
Herodian 1.57
char LCS 23 (7.5%) · word LCS 5 (7.7%)
Stephanos
…α. γράφεται δὲ καὶ χωρὶς τοῦ « υ ». τοὺς δὲ Περραιβοὺς Αἰολεῖς ὄντας τὰ σύμφωνα διπλοῦν καὶ Περραιβοὺς καλοῦντας ἑαυτοὺς καὶ Γόννον διὰ δύο « νν » τὴν πόλιν· γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. τὸ ἐθνικὸν καὶ Γονατᾶς, ὃ καὶ παράλογον διὰ τὸν τόνον, καὶ Γόννιος.
Herodian
…αι, Σώτας, Μέτας Τυρρηνός, Τύντας, Κώστας, Ἀρχύτας, Εὐρώτας, Τελεύτας, Ὀφέλτας, Ἀκέλτας, Ἀμύντας· ἔστι καὶ ἔθνος Θεσπρωτικὸν Ἀμύνται «μένος πνείοντες Ἀμύνται». καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. τὸ δὲ Γονατᾶς παράλογον διὰ τὸν τόνον καὶ τὸ Φιλητᾶς, Κομητᾶς. * Τὰ εἰς 'φας' λήγοντα βαρύνεται, Δέλφας, Ἄλφας, Ἄφας, Κύφας χωρίον τῆς Λακωνικῆς, Κορύφας, Ὑπέρφας, Περίφας, Ἀκύφας πόλις μία τῆς Λακωνικῆς τετραπόλεως, ὡς Θεόπομπος. Ὀνόφας. * Τὰ εἰς 'χας' βαρύνετ…