Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γόραμα, χώρα τῶν Σκηνιτῶν Ἀράβων. οἱ οἰκήτορες Γοραμηνοί.
… Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν…