Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γορδυαία, χώρα Περσική, ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. τὸ ἐθνικὸν Γορδυαῖος καὶ Γορδυαία ἡ χώρα καὶ ἡ γυνή, οὐδετέρως Γορδυαῖα ὄρη. εὕρηται καὶ Γορδυάς. καὶ Γορδόχους αὐτούς φασι καὶ Γόρδους.
…ν. Ἀνακαία δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἀρταία Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας. Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. Ἀταία πόλις Λακωνική. Βελγαία ἡ χώρα. Βουραία πόλις Ἰταλίας ὑπὸ Βουραίου κτισθεῖσα. Γορδυαία χώρα Περσικὴ ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον ἣ Κυδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰ…
Γορδυαία, χώρα Περσική, ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. τὸ ἐθνικὸν Γορδυαῖος καὶ Γορδυαία ἡ χώρα καὶ ἡ γυνή, οὐδετέρως Γορδυαῖα ὄρη. εὕρηται καὶ Γορδυάς. καὶ Γορδόχους αὐτούς φασι καὶ Γόρδους.
… ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφ´ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν». μέμνηται δ´ αὐτῆς καὶ ὁ ποιητής «Χαλκίδα τ´ Εἰρέτριάν τε πολυστάφυλόν θ´ Ἱστίαιαν» (Il. Β 537). καὶ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡς Φωκίς, Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ «Ἡρακλέης ἐκ Χαλκίδος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε». ἔστι καὶ Χαλκίς πόλις Κορίνθου, Αἰτωλίας, ἀφ´ ἧς Ἀχελῷος ῥεῖ, καὶ πόλις ἐν Συρίᾳ κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβο…