Γόρτυν

Stephanos of Byzantium - Ethnika

Γόρτυν OCR ✓ Trans ✓ Confirmed ✓
city
Γόρτυν, πόλις Κρήτης. οὕτως δὲ διὰ τοῦ « ν ». ἀπὸ ἥρωος Γόρτυος. ἐκαλεῖτο δὲ καὶ Λάρισσα πρότερον γὰρ ἐκαλεῖτο Ἑλλωτίς (οὕτω γὰρ παρὰ Κρησὶν ἡ Εὐρώπη), εἶτα Λάρισσα εἶτα Κρημνία καὶ ὕστερον Γόρτυς· φασὶ δὲ τὴν αἰτιατικὴν οἱ μὲν δισυλλάβως Γόρτυν, οἱ δὲ τρισυλλάβως “Γόρτυνά τε τειχιόεσσαν”. οἱ δὲ Γόρτυναν ὡς ἄμυναν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.