Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
… Θεσσαλοῦ υἱός, ἀφ´ οὗ Γραικοί οἱ Ἕλληνες. Κεφάλων δὲ καὶ τὸν Γράνικον ποταμὸν ἐντεῦθεν κληθῆναι. τὸ δὲ Γραῖκος τὸ κύριον βαρύνεται. τὸ οὖν ἐθνικὸν ὀξύνεται. λέγεται καὶ Γραικίτης καὶ Γραικίς τὸ θηλυκόν. Γραῖκες δὲ παρὰ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες, καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν. ἔστι δὲ ἢ μεταπλασμὸς ἢ τῆς Γραίξ εὐθείας κλίσις ἐστίν. εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων, οἱ τὸ Πάριον οἰκοῦντες.
… τὸ πυκνὸν τῶν πάλαι ᾠκισμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα· καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος. Τὰ εἰς 'αιξ' μονοσύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκες γὰρ παρ´ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν· εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων οἱ τὸ Πάριον οἰκοῦντες. ἔστι δὲ ἢ μεταπλασμὸς ἢ τῆς Γραίξ εὐθείας κλίσις ἐστίν. ἀλλὰ δύο μόνα εὕρηται ἐν τῇ συνήθει χρήσει· τὸ αἴξ ἐπὶ τοῦ ζῴου· καὶ τοῦτο οἱ Ἀττικοὶ περισπῶσι, καὶ τὸ Θρᾷξ, ὅπε…