Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Γρῦνοι, πολίχνιον Μυριναίων, οὗ “καὶ ἱερὸν Ἀπόλλωνος καὶ μαντεῖον ἀρχαῖον καὶ ναὸς πολυτελὴς λευκοῦ λίθου”, ἐν ᾧ τιμᾶται. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. τὸ ἐθνικὸν Γρυνεύς καὶ Γρυνηίς τὸ θηλυκόν. λέγεται καὶ “Γρύνειος Ἀπόλλων” ὡς Παρθένιος Δήλῳ, καὶ Γρυνήιος καὶ Γρυνικός τὸ κτητικόν, καὶ οὐδετέρως τὰ Γρύνεια.
ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τ´ ἐνέμοντ´ Ὀπόεντά τε Καλλίαρόν τε» (Β 531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν. * Τὰ εἰς 'ονος' δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόνος, φθόνος, κλόνος, πόνος, Πρόνος υἱὸς Κεφάλου. τὸ ὄνος ἔχον…