Γύαρος, νῆσος μία τῶν Σποράδων, θηλυκῶς λέγεται. Ἀντίγονος δ´ ὁ Καρύστιός φησιν ὅτι ἐν ταύτῃ οἱ μύες διατρώγουσι τὸν σίδηρον, καὶ ὅτι ἡ ἄχερδος ἐκεῖ θανάσιμόν ἐστι κἂν εἰς ἄλλο δένδρον ἐμπήξῃς ἀφαυαίνει. ποιεῖ δὲ τοῦτο καὶ τῆς θαλαττίας τρυγόνος τὸ κέντρον, καὶ τοὺς ὀδόντας κατασήπει προσαπτόμενον. τὸ ἐθνικὸν Γυαρεύς.
Translation pending