Γυμνησίαι

Stephanos of Byzantium - Ethnika

Γυμνησίαι OCR ✓ Trans ✓ Confirmed ✓
island
Γυμνησίαι, δύο νῆσοι περὶ τὴν Τυρσηνίδα, οὐχ ὥς τινες ἑπτά. Λυκόφρων οἱ δ´ ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἐθνικὸν Γυμνήσιος καὶ Γυμνησία. καὶ Γυμνησίς, ἀπὸ τῆς Γύμνητος γενικῆς τροπῇ τοῦ « τ » εἰς « σ ». ἐκλήθη δὲ τὸ ἔθνος ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. ἐκλήθησαν δὲ καὶ Βαλιαρίδες ἀφ´ οὗ Βαλιαρεῖς τὸ ἐθνικόν, ὅ ἐστι σφενδονῆται.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.64
char LCS 25 (7.3%) · word LCS 5 (7.9%)
Stephanos
…υμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἐθνικὸν Γυμνήσιος καὶ Γυμνησία. καὶ Γυμνησίς, ἀπὸ τῆς Γύμνητος γενικῆς τροπῇ τοῦ « τ » εἰς « σ ». ἐκλήθη δὲ τὸ ἔθνος ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. ἐκλήθησαν δὲ καὶ Βαλιαρίδες ἀφ´ οὗ Βαλιαρεῖς τὸ ἐθνικόν, ὅ ἐστι σφενδονῆται.
Herodian
…εται. Φάγρης πόλις Θρᾴκης· Ἑκαταῖος Εὐρώπῃ καὶ Θουκυδίδης δευτέρᾳ (c. 99). Βάβρης, Ἔγκρης, Σάτρης ἔθνος Θρᾴκης ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ φησίν. Γόνδρης Θρᾴκιον ἔθνος. Νίγρης ποταμὸς Λιβύης καὶ ἔθνος, Γύμνης ἔθνος· ἐκλήθη δὲ ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. εἴ τι δὲ περισπασθῇ, κατὰ πάθος γέγονε· τὸ γὰρ τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται. τὸ μέντοι γυμνής, χερνής, ἀβλής, προβλής, ἀδμής, ἀκμής ἐπιθετικὰ ὄντα ὀξύνονται.