Γυναικόσπολις

Stephanos of Byzantium - Ethnika

Γυναικόσπολις OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #119
Greek source: meineke
Meineke: 215.3 | Billerbeck: Γ119
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-11
Word count: 134
Source: vol1_516.jpg
Edit
Γυναικόσπολις, πόλις Φοινίκων. ὁ πολίτης Γυναικοπολίτης. ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ, οὐ πολλῷ νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. ἔστι καὶ Γυναικῶν λιμὴν περὶ τὴν λεγομένην Φιδάλειαν, τὸ μεταξὺ Ἀνάπλου καὶ τοῦ Λεωσθενείου. ἔνθα φασὶ τὴν γυναῖκα Βύζαντος Φιδάλειαν διώξασαν ἅμα ταῖς γυναιξὶ τοὺς μετὰ Στροίβου τοῦ ἀδελφοῦ Βύζαντος τῇ πόλει ἐπιθεμένους, τῶν πολιτῶν μὴ παρόντων, νικῆσαι διώξασαν μέχρι τοῦ λιμένος, καὶ οὕτως ὀνομάσαι. ἐθνικὸν τοῦ λιμένος Γυναικολιμενίτης.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.93
char LCS 382 (49.6%) · word LCS 68 (51.1%)
Stephanos
Γυναικόσπολις, πόλις Φοινίκων. ὁ πολίτης Γυναικοπολίτης. ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ, οὐ πολλῷ νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. ἔστι καὶ Γυναικῶν λιμὴν περὶ τὴν λεγομένην Φιδάλειαν, τὸ μεταξὺ Ἀνάπλου καὶ τοῦ Λεωσθενείου. ἔνθα φασὶ τὴν γυναῖκα Βύζαντος Φιδάλειαν διώξασαν ἅμα ταῖς γυναιξὶ τοὺς μετὰ Στροίβου τοῦ ἀδελφοῦ Βύζαντος τῇ πόλει ἐπιθεμένο…
Herodian
…λις.... ἀπὸ Βίθυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 7) «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. Σεβαστόπολις νῆσος περὶ τὸν Πόντον ἡ καὶ Διοσκουριὰς καὶ πρότερον Αἶα. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες. ἔ…