Stephanos of Byzantium - Ethnika
Hyria, Khalia">Chalia: a city in Boiotia. Theopompos, book 45: 'Chalia and Hyria as it is called, which is next after it, in Boiotia...' The ethnonym is 'Chalios'. The same author: 'Later the Chalkideis, after making war on the Aiolians who held the mainland, the Chalioi, Boiotians, Orchomenians, and Thebans...'
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαλία, πόλις Βοιωτίας. Θεόπομπος μεʹ “τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥπερ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ...” τὸ ἐθνικὸν Χάλιος ὁ αὐτός “ὕστερον δὲ οἱ Χαλκιδεῖς πολεμήσαντες Αἰολεῦσι τοῖς τὴν ἤπειρον ἔχουσι, Χαλίοις καὶ Βοιωτοῖς καὶ Ὀρχομενίοις καὶ Θηβαίοις”.
…Ἄργει τάσσει λέγων «οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου» (Β 730). οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας....» Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰ…