Stephanos of Byzantium - Ethnika
Chalisia: a city in Libya. Ephoros, book 5: ‘and, when one has put out from these, a city called Chalisia’. There is also another near the Pontos, one of the cities of the Amazons; its inhabitants are ‘Chalisioi’.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαλισία, πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ “ἀναχθέντι δ´ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία”. ἔστι καὶ ἄλλη πρὸς τῷ Πόντῳ, μία τῶν Ἀμαζόνων, ἧς οἱ οἰκήτορες Χαλίσιοι.
…ίης μέχρι Θερμώδοντος». Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν «ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν». Χαλισία πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ «ἀναχθέντι δ´ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία». Χαρισίαι πόλις Ἀρκαδίας ἀπὸ Χαρισίου παιδὸς Λυκάονος. Παυσανίας ὀγδόῳ ( 3, 4) «ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαρισίαι Χαρίσιον ἔχουσαι οἰκιστήν». Χορσία πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ ( 24, 5) «ἐκ δὲ Κυρτώ…