Stephanos of Byzantium - Ethnika
Chalke: a city in Libya. ‘After it comes Chalke, a city of the Phoinikes.’ [There is also an island.] Thucydides, book 8: ‘he sailed away to Chalke, and from there to Samos.’ Theophrastos calls it Chalkia. There is also another Chalke, a city in Larisaia. It is also spoken of in the plural, ‘Chalkai’; Theopompos, book 1 in his Philippika... and book 3: ‘he also fought alongside them, having set out from Chalkai in Larisaia.’ It is barytone, as Herodian says. The ethnonym is ‘Chalkaios’ and ‘Chalkites’.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χάλκη, πόλις Λιβύης. “μετὰ δ´ αὐτὴν πόλις Φοινίκων Χάλκη”. [ἔστι καὶ νῆσος.] Θουκυδίδης ὀγδόῃ “ἀπέπλευσεν εἰς Χάλκην, ἐντεῦθεν δ´ εἰς Σάμον”. Θεόφραστος δὲ Χαλκίαν αὐτὴν λέγει. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος πρώτῳ Φιλιππικῶν ... καὶ τρίτῳ “ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας”. βαρύνεται, ὡς Ἡρωδιανός φησι. τὸ ἐθνικὸν Χαλκαῖος καὶ Χαλκίτης.
… πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ βαρύνεται. ἔστι δὲ πόλις Λιβύης »μετὰ δ´ αὐτὴν πόλις Φοινίκων Χάλκη«. ἔστι καὶ νῆσος. Θουκυδίδης ὀγδόῃ (c. 44) »ἀπέπλευσαν εἰς Χάλκην, ἐντεῦθεν δ´ εἰς Σάμον«. Θεόφραστος δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι. Θεόπομπος πρώτῳ Φιλιππικῶν...... καὶ τρίτῳ »ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας«. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα τῷ 'α' παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος …