Χαλκηδών, πόλις Βιθυνίας, ἡ πρὸς τῷ στόματι τοῦ Πόντου, καταντικρὺ τοῦ Βυζαντίου. ὁ πολίτης Χαλκηδόνιος. Στράβων “Χαλκηδόνιοι ἐπὶ τῆς περαίας ἱδρυμένοι πλησίον [οὐ] μετέχουσι τῆς εὐπορίας ταύτης”. τὸ θηλυκὸν Χαλκηδονία καὶ Χαλκηδονίς. Στράβων ἐν δωδεκάτῃ “καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου [Θρᾳκικά], τὰ δ´ ἐν δεξιᾷ Χαλκηδονίς”. καὶ Μένιππος ἐν περίπλῳ Βιθυνίας “ἀπὸ ἱεροῦ Διὸς οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδια ρκʹ, ἀπὸ δὲ ταύτης ἕως τοῦ Ἀκρίτου στάδια ξʹ”. μέμνηται ὁ αὐτὸς καὶ τῆς Χαλκίτιδος νήσου. ἐκλήθη δὲ ἀπὸ Χάλκιδος τοῦ παρακειμένου ποταμοῦ, ὡς οἱ ἱστορικοὶ ἅπαντές φασι.