Stephanos of Byzantium - Ethnika
Chalkitis: an island opposite Chalkedon, containing a copper mine. Artemidoros, in book 11 of his Geography: ‘From Akritos, for one sailing [towards] the east, at a distance of 110 stades, there is situated a promontory called Hyris; beside it lies an island, Pityodes, another island called Chalkitis, and another named Prota. From the latter to the city called Chalkitis is forty stades.’ The ethnonym is ‘Chalkites’, just as ‘Prosopites’ is from Prosopitis.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαλκῖτις, νῆσος ἀντικρὺ Χαλκηδόνος, ἔχουσα χαλκοῦ μέταλλον. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων “ἀπὸ δὲ τοῦ Ἀκρίτου παραπλεύσαντι [πρὸς] εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα”. τὸ ἐθνικὸν Χαλκίτης, ὡς Προσωπίτιδος Προσωπίτης.
πόλις Αἰγύπτου, Σκιρῖτις ἡ δωδεκάπολις τῆς Καρίας. Σφραγῖτις ἄκρα Σκυθίας. Φαρκωνῖτις· οὕτως ἐκαλεῖτο ἡ Κύμη. Χαλκῖτις νῆσος ἀντικρὺ Χαλκηδόνος. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων «ἀπὸ δὲ τοῦ Ἀκρίτου καταπλεύσαντι πρὸς εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυθίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑκκαιδεκάτῃ «Γερραῖοι δ´ εἰς τὴν Χατραμωτῖτιν». Ὠκεανῖτις, Μα…