Stephanos of Byzantium - Ethnika
Alybes, Chalibes, Challybes, Khalybes">Chalybes: a people around the Black Sea, on the river Thermodon. Concerning them Eudoxos, in book 1: ‘From the territory of the Chalybes is exported the iron praised for cutting edges.’ Homer calls them Halizones in the catalogue after the Paphlagonians:
But Hodios and Epistrophos led the Halizones from Alybe far away, where silver has its source.
Either the reading has been altered from ‘from Chalybe far away’, or the people were originally called ‘Alybes’ instead of ‘Chalybes’. The possessive is also said with δ, ‘Chalybdikos’. Lykophron: ‘with a Chalybdian fang’. The territory too is called ‘Chalybike’. There is also ‘Chalyboi’ in Hekataios: ‘To the south, the Armenians border on the Chalyboi.’
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ ὧν Εὔδοξος ἐν πρώτῳ “ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται”. τούτους Ὅμηρος Ἁλιζῶνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ αὐτὰρ Ἁλιζώνων Ὅδιος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ “τηλόθεν ἐκ Χαλύβης”, ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων. λέγεται καὶ μετὰ τοῦ « δ » Χαλυβδικός τὸ κτητικόν. Λυκόφρων “Χαλυβδικῷ κνώδοντι”. καὶ ἡ χώρα Χαλυβικὴ λέγεται. καὶ Χάλυβοι παρ´ Ἑκαταίῳ “Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμουρέουσι”.
…ντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ »ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται«. »τούτους Ὅμηρος Ἁλίζωνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ (Il. Β 856) αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ ‘τηλόθεν ἐκ Χαλύβης’ ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων«. καὶ Χάλυβοι παρ´ Ἑκαταίῳ »Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμορέουσι«. Ἄρυψ οἱ ἀπὸ δύσεως μέχρι Ἰσθμοῦ Ἀχαιοί. τοῦτο δὲ καὶ μονοσυλλάβως Ῥύψ λέγεται. Εἰς 'ηψ' οὐκ ἔστιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον. Τὰ εἰς 'ωψ'…
…, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ ὧν Εὔδοξος ἐν πρώτῳ “ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται”. τούτους Ὅμηρος Ἁλιζῶνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ αὐτὰρ Ἁλιζώνων Ὅδιος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ “τηλόθεν ἐκ Χαλύβης”, ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων. λέγεται καὶ μετὰ τοῦ « δ » Χαλυβδικός τὸ κτητικόν. Λυκόφρ…
…ς ἔχοι μακρὸν τὸ 'α' ἢ πόλει ὁμωνυμεῖ οἷον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸς καὶ πόλις Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸς Λυκίας καὶ παῖς Ἡρακλέους. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνος. Ὅμηρος «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον» (Il. 2, 856). Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλίζωνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. εἴρηται δὲ οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερρόνησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντ…