Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χάραδρος, λιμὴν καὶ ἐπίνειον Κιλικίας. Ἑκαταῖος Ἀσίᾳ “μετὰ δὲ Χάραδρος ποταμός”.
…κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος. Τὰ εἰς 'ρος' ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετ´ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη, Μίνυθρος, Ἔρυθρος ὁ ἥρως, ἀφ´ οὗ Ἐρυθρὰ ἡ θάλασσα, Χάραδρος ποταμὸς ὡς Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Χάραδρος ποταμός». Σκάμανδρος ἥρως καὶ ποταμὸς Τροίας. Μυρίανδρος πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως ( 4, 6). Μαίανδρος ποταμὸς καὶ πόλις Μαγνησίας. Ἄντανδρος πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος. ἀπὸ Ἀντά…