Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν ἀναγράφει Πτολεμαῖος [ἐν] γεωγραφικοῖς ἐν εʹ βιβλίῳ ἐν ταῖς Ἀραβικαῖς τῆς εὐδαίμονος. Οὐράνιος δὲ ἐν τοῖς Ἀραβικοῖς· ἀξιόπιστος δὲ ἀνὴρ περὶ τὰ τοιαῦτα· σπουδὴν γὰρ ἔθετο ἱστορῆσαι ἀκριβῶς τὰ τῆς Ἀραβίας. καὶ Μωβουχάρακα φησίν. ὁ πολίτης τοῦ μὲν Χαράκμωβα Χαρακμωβηνός, ἐκ δὲ τοῦ Μωβουχάραξ Μωβοχαρακηνός, ἐπεὶ καὶ τοῦ Χάραξ Χαρακηνός, ὡς δείξομεν, καὶ τοῦ Μώαβα τὸ ἐθνικὸν Μωαβίτης. Γλαῦκος ἐν Ἀραβικῆς ἀρχαιολογίας τετάρτῳ “ἡσύχαζον δ´ ἐν τούτοις Χαρακμωβηνοί”.
Translation pending