Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χάραξ Ἀλεξάνδρου, τόπος περὶ Κελαινὰς τῆς Φρυγίας, ἔνθα Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐστρατοπεδεύσατο. τὸ ἐθνικὸν Χαρακηνός. ἔστι καὶ Καρίας ἄλλη πόλις Χάραξ ἡ νῦν Τράλλις ἔστι καὶ ἄλλος Χάραξ ἐμπόριον μέγιστον, ἐν τῷ τῆς Νικομηδείας κόλπῳ πλησίον αὐτῆς. τὸ ἐθνικὸν αὐτοῦ ὅμοιον. ἔστι καὶ ἄλλος τόπος τῆς Ποντικῆς.
…Ναυπάκτου. Πολύβιος εἰκοστῷ· κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, φέναξ, κόρδαξ, ἅρπαξ, κέκραξ, λάλαξ, λάταξ, χάραξ, ἔστι καὶ Χάραξ Ἀλεξάνδρου τόπος περὶ Κελαινὰς τῆς Φρυγίας, ἔνθα Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐστρατοπεδεύσατο. ἔστι καὶ Καρίας ἄλλη πόλις Χάραξ ἡ νῦν Τράλλις. ἔστι καὶ ἄλλος Χάραξ ἐμπόριον μέγιστον, ἐν τῷ τῆς Νικομηδείας κόλπῳ πλησίον αὐτῆς. ἔστι καὶ ἄλλος τόπος τῆς Ποντικῆς. Ἄταξ ποταμός, Μίμαξ ἔθνος Λιβυκόν. Φίλιστος Σικελικῶν ὀγδόῳ. Μύλαξ ἔθνος Ἠπειρωτικόν. Λυκόφρων (v. 1021) «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». Νύραξ πόλις Κελτική. Ἑκαταῖος Εὐρώπῃ. Ῥύν…