Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαρμάνδη, πόλις πέραν τοῦ Εὐφράτου. Σοφαίνετος ἐν Κύρου ἀναβάσει “ἐπὶ δὲ ταῖς Βαβυλωνίαις πύλαις πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλις ᾤκιστο ὄνομα Χαρμάνδη”. τὸ ἐθνικὸν τῷ μὲν τῆς τέχνης λόγῳ Χαρμανδαῖος καὶ Χαρμανδίτης, ὡς Σιδίτης, τῷ δὲ τῆς χώρας ἔθει Χαρμανδηνός.
…δος. Ἑκαταῖος Ἀσίᾳ. Ῥόδη πόλις Ἰβηρίας καὶ πληθυντικῶς πόλις Ἰταλίας. εἰ δὲ κατὰ πράγματος τάσσοιτο, ὀξύνεται, κομιδή ἡ ἐπιμέλεια, ἁδή ἡ ἡδονή, φραδή ἡ βουλή, χλιδή ὁ κόσμος. * Τὰ εἰς 'δη' ὑπερδισύλλαβα κύρια βαρύνεται, Χαρμάνδη πόλις πέραν τοῦ Εὐφράτου. Σοφαίνετος ἐν Κύρου ἀναβάσει »ἐπὶ δὲ ταῖς Βαβυλωνίαις πύλαις πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλις ᾤκιστο ὄνομα Χαρμάνδη«. Ἀγαμήδη τόπος περὶ Πύρραν τῆς Λέσβου ἀπὸ Ἀγαμήδης τῆς Μάκαρος, τῆς καὶ Πύρρας ἐπίκλησιν. ἔστι καὶ κρήνη Ἀγαμήδη, ὡς Νικόλαος εʹ. Τὰ εἰς 'θη' δισύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ 'ο' παραληγόμενα, μάλθη ὁ κηρός, τ…