Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαῦνοι, ἔθνος Θεσπρωτικόν. Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν “Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί”.
…τῷ οἰκιστῇ. ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. γλαυνός (?), βαυνός, ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι, κρουνός· εἰσὶ καὶ Κρουνοί πόλις ἐν τῷ Πόντῳ ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. βουνός, κεραυνός. τὸ μέντοι χαῦνος τριγενές. καὶ Χαῦνος ἔθνος Θεσπρωτικὸν—Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἔλινοι»—βαρύνεται. τὸ δὲ πύραυνος ὁ χυτρόπους προπαροξύνεται ὡς καὶ Λούγδουνος πόλις Κελτογαλατίας. Πτολεμαῖος ἐν περίπλῳ, καὶ Βέρουνος Ἰταλικὴ πόλις μεταξὺ τῶν Νωρικῶν. Τὰ εἰς 'ανος' τοῦ 'α' βραχέος ὄντος, εἰ μὴ θηλυκὰ ἔχοι, …
Χαῦνοι, ἔθνος Θεσπρωτικόν. Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν “Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί”.
…ος πόλις Τρωάδος, Γρησῖνος πόλις Χερρονήσου, Στουῖνος πόλις Λιγύρων καὶ ὁ πολίτης ὁμοφώνως. Ὑρτακῖνος πόλις Κρήτης, ἣ καὶ Ὑρτακός, καὶ ὁ πολίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντ´ Ἐρυθίνους» (Argonaut. 2, 941). καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» (Β 855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀ…