Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χελιδόνιοι, ἔθνος Ἰλλυρικόν. Ἑκαταῖος Εὐρώπῃ “Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι”. εἰσὶ καὶ Χελιδονίαι πέτραι, ὧν πολλάκις ἐμνήσθημεν. δύο δέ εἰσι κεκλημέναι ἡ μὲν Κορύδελα ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς.
…θύν τε καὶ ὠγενίης Στυγὸς ὕδωρ». Ὀλβυσίνιος ἔθνος. Χαόνιος, Χαλκηδόνιος. Βεληδόνιος ἔθνος παρ´ Ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ «οὐδ´ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων». Βιστόνιος, ὅπερ καὶ ἐκτέταται ποιητικῶς Βιστώνιος. Χελιδόνιος ἔθνος Ἰλλυρικόν· Ἑκαταῖος Εὐρώπῃ «Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι». Ἑρκύνιος. Ἀλέξανδρος Εὐρώπῃ. τὸ δὲ Κλονίος παροξύνεται ὡς κύριον καὶ τρισύλλαβον ὄν, τὸ δὲ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος προπαροξύνεται. τὸ δὲ Μηνιός ὄνομα ποταμοῦ
Χελιδόνιοι, ἔθνος Ἰλλυρικόν. Ἑκαταῖος Εὐρώπῃ “Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι”. εἰσὶ καὶ Χελιδονίαι πέτραι, ὧν πολλάκις ἐμνήσθημεν. δύο δέ εἰσι κεκλημέναι ἡ μὲν Κορύδελα ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς.
…μονται». ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρ´ Ἀττικοῖς ὀξύνεται. τὸ δὲ ἁρμονιῇσιν «γόμφοισιν δ´ ἄρα τήν γε καὶ ἁρμονιῇσιν ἄρασσεν» (ε 248) ἐστὶν Ἰώνων καταβιβασμός. Τὰ εἰς …