Χέμμις

Stephanos of Byzantium - Ethnika

Χέμμις OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #39
Greek source: meineke
Meineke: 690.18 | Billerbeck: Χ39
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-12
Word count: 82
Source: ../graphic/page_098_001.png
Edit
Χέμμις, πόλις Αἰγύπτου. Ἡρόδοτος “ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος”. φησὶ δ´ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. ὁ πολίτης Χεμμίτης, νομὸς Χεμμίτης. κλίνεται δὲ διὰ τοῦ « εως » Χέμμεως. ἔστι καὶ Χέμβις νῆσος διὰ τοῦ « β » ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου “ἐν Βουτοῖ περὶ τὸ ἱρὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις οὔνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατος”. ὁ νησιώτης Χεμβίτης καὶ Χέμβιος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.94
char LCS 121 (31.5%) · word LCS 26 (31.7%)
Stephanos
Χέμμις, πόλις Αἰγύπτου. Ἡρόδοτος “ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος”. φησὶ δ´ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. ὁ πολίτης Χεμμίτης, νομὸς Χεμμίτης. κλίνεται δὲ διὰ τοῦ « εως » Χέμμεως. ἔστι καὶ Χέμβις νῆσος διὰ τοῦ « β » ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου “ἐν Βουτοῖ περὶ τὸ ἱρὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις οὔνομα, ἱρ…
Herodian
* Τὰ εἰς 'μις' δισύλλαβα βαρύνεται, μέρμις, θέμις, Χάρμις πόλις ἐν Σαρδοῖ, κτίσμα Καρχηδονίων. Παυσανίας δέ φησι περὶ αὐτοῦ. Χέμμις πόλις Αἰγύπτου. Ἡρόδοτος (II 91) «ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος». φησὶ δ´ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. Τὰ εἰς 'μις' προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, πυραμίς— ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον—σησαμίς, καλαμίς, πλοκαμίς, κεραμίς. τὰ δὲ κύρ…
Herodian 1.86
char LCS 74 (19.3%) · word LCS 15 (18.3%)
Stephanos
… ἐν αὐτῇ. ὁ πολίτης Χεμμίτης, νομὸς Χεμμίτης. κλίνεται δὲ διὰ τοῦ « εως » Χέμμεως. ἔστι καὶ Χέμβις νῆσος διὰ τοῦ « β » ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου “ἐν Βουτοῖ περὶ τὸ ἱρὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις οὔνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατος”. ὁ νησιώτης Χεμβίτης καὶ Χέμβιος.
Herodian
…πιάδι, Τάβις πόλις Ἀραβίας. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. Νάρβις Ἰλλυρίας πόλις. Ζόμβις πόλις τῆς Μηδίας. Χέμβις νῆσος ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου «ἐν Βουτοῖ περὶ τὸ ἱερὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις ὄνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατος». Τὰ εἰς 'βις' ὑπερδισύλλαβα ὀξύνεται ἢ προπαροξύνεται· ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικά, Νιοβίς, Λυκαμβίς, Περραιβίς, Κανωβίς, Ἐρεμβίς, Τορρηβίς «ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος
Herodian 1.244
char LCS 30 (7.8%) · word LCS 5 (6.1%)
Stephanos
… μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος”. φησὶ δ´ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. ὁ πολίτης Χεμμίτης, νομὸς Χεμμίτης. κλίνεται δὲ διὰ τοῦ « εως » Χέμμεως. ἔστι καὶ Χέμβις νῆσος διὰ τοῦ « β » ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου “ἐν Βουτοῖ περὶ τὸ ἱρὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις οὔνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατος”. ὁ νησιώτης Χεμβίτης καὶ Χέμβιος.
Herodian
εὔχρους, Σκιάπους ἔθνος Αἰθιοπικόν, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου, Ἰάπους ἔθνος Κελτικὸν πρὸς τῇ Ἰλλυρίᾳ. Διονύσιος ἑκκαιδεκάτῳ. τριόδους, κυνόδους. Τὰ εἰς 'ως' ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ τοῦ 'ος' βαρύνονται, ἥρως, Μίνως, πάτρως, μήτρως. Ἄθως, οὗ ἡ κλίσις διττὴ…