Χήν, πόλις τῆς Λακωνικῆς. ὁ πολίτης Χηνιεύς· οὕτω γὰρ Μύσων τῶν ἑπτὰ σοφῶν κριθέντων εἷς Χηνιεὺς ἐχρημάτιζεν. ἀλλὰ καὶ Χηνεύς, ὡς Πλάτων ἐν Πρωταγόρᾳ “τούτων τῶν ἀνδρῶν ἦν Θαλῆς καὶ Πιττακὸς καὶ Βίας καὶ Κλεόβουλος καὶ Σόλων ὁ ἡμέτερος καὶ Μύσων ὁ Χηνεὺς καὶ ἕβδομος ἐξ αὐτῆς τῆς Λακεδαίμονος Χίλων”.
Translation pending