Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χηνοβοσκία, πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν “ἀντικρὺ δὲ τοῦ Διοσπολίτου [νομοῦ] Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν”. τὸ ἐθνικὸν Χηνοβοσκιάτης.
…. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν». Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον «ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν». Χλαμυδία· οὕτως ἐκαλεῖτο Δῆλος. Χορασμία πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει «ἐν αὐτοῖσι πόλις Χορασμίη». Ὠγυγία νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγί…