Stephanos of Byzantium - Ethnika
Choi: a people near the Becheiroi. Hekataios, in his Asia: ‘Becheirike extends to this point, and the Choi come next to them.’ And again: ‘The Choi extend as far as these people.’ And again: ‘The Dizeres border the Choi towards the rising sun.’
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χοί, ἔθνος Βεχείρων ἐγγύς. Ἑκαταῖος ἐν Ἀσίᾳ “ἐς μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δ´ αὐτῶν Χοί”. καὶ πάλιν “μέχρι μὲν τούτων Χοί”. καὶ πάλιν “Χοῖσι δὲ ὁμουρέουσι πρὸς ἥλιον ἀνίσχοντα Δίζηρες”.
… εἴτε ἀπαθῆ εἴτε συνῃρημένα, περισπᾶται, βοῦς, πλοῦς, ῥοῦς, φλοῦς, χλοῦς, Γλοῦς ὁ λῃστής, χνοῦς παρὰ Σοφοκλεῖ, κνοῦς, θροῦς, νοῦς, σοῦς, χροῦς πολὺ παρὰ τοῖς Ἴωσι, χοῦς καὶ Χοῦς ἔθνος Βεχείρων ἐγγύς. Ἑκαταῖος ἐν Ἀσίᾳ »εἰς μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δ´ αὐτῶν Χοῖ« καὶ πάλιν »μέχρι μὲν τούτων Χοῖ« καὶ πάλιν »Χοῖσι δὲ ὁμουρέουσι πρὸς ἥλιον ἀνίσχοντα Δίζηρες«. καὶ τὸ οὖς οὐδέτερον. τοῦτο δὲ οὕτως ἐγένετο· παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται αὖας· καὶ τροπῇ τοῦ 'α' εἰς 'ο' οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον· κλίνεται οὔατος ὡς δέρας δέρατος. ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολ…