Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χολλεῖδαι, δῆμος τῆς Λεοντίδος φυλῆς. ὁ δημότης Χολλείδης. Διογένης δ´ ὁ Λαερτιεὺς ἐν τρίτῳ φιλοσόφου ἱστορίας Χολλειδεύς φησι. τὰ τοπικὰ ἐκ Χολλειδῶν εἰς Χολλειδῶν ἐν Χολλειδῶν.
…ται ἢ μόνῳ ἢ μετὰ ἑτέρου φωνήεντος ἐν διφθόγγῳ ἢ ἀνεκφωνήτῳ. καὶ ἀνεκφωνήτῳ μὲν οἷον Μίνως Μινωΐδης καὶ συναιρέσει Μινῴδης καὶ ἥρως Ἡρωΐδης καὶ Ἡρῴδης, ἐν διφθόγγῳ δὲ οἷον Περιθοίδης καὶ Περιθοῖδαι δῆμος Οἰνηΐδος φυλῆς, Χολλεῖδαι δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ τὰ δὲ ἀπὸ τῶν εἰς 'ευς' ὄντα πατρωνυμικὰ πάντα διὰ τῆς 'ει' θέλουσι γράφεσθαι Πηλείδης, Ἀτρείδης, Αἰγείδης, Ὠρείδης. τὸ δὲ Ἀλκείδης ἀπὸ τοῦ Ἀλκαῖος τροπῇ τῆς 'αι' διφθόγγου εἰς τὴν 'ει'· ἔτι τὰ ἀπὸ τῶν εἰς 'ως' Ἀττ…