Stephanos of Byzantium - Ethnika
Chortaso: Chortaso, a city of Egypt. The formation is from the future. For as from 'kalypso' comes Kalypso, so also from 'chortaso' Chortaso. For they relate that Cleopatra, going to war, had no provisions, and that the inhabitants of the place supplied such an abundance of it as to satisfy the whole army, and that the name was given to the city by her from this.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χορτασώ, πόλις Αἰγύπτου. ἀπὸ μέλλοντος ὁ σχηματισμός. ὡς γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάσω Χορτασώ. ἱστοροῦσι γὰρ Κλεοπάτραν εἰς πόλεμον μὴ ἔχειν σιτία, τοῖς δ´ οἰκοῦσι τὸν τόπον τοσαύτην παρασχέσθαι τούτου τὴν ἀφθονίαν, ὥστε χορτάσαι πᾶσαν τὴν στρατιὰν καὶ ὄνομα τῇ πόλει παρ´ αὐτῆς ἐντεῦθεν τεθῆναι.
…όῳ γεωγραφουμένων λίμνην εἶναί φησι. Ψενακώ κώμη τῆς Ἀθριβίτου νομοῦ, ὡς Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων. Κυβώ, ἣ καὶ Κύβος, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖος περιηγήσει αὐτῆς »καὶ λιμήν, Ἵππου ἄκρη καὶ Κυβώ«. Χορτασώ πόλις Αἰγύπτου· ἀπὸ μέλλοντος ὁ σχηματισμός· ὡς γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάσω Χορτασώ. ἱστοροῦσι γὰρ Κλεοπάτραν εἰς πόλεμον μὴ ἔχειν σιτία· τοὺς δ´ οἰκοῦντας τὸν τόπον τοσαύτην παρασχέσθαι τούτου τὴν ἀφθονίαν, ὥστε χορτάσαι πᾶσαν τὴν στρατιὰν καὶ ὄνομα τῇ πόλει παρ´ αὐτῆς ἐντεῦθεν τεθῆναι. {1ΠΕΡΙ ΤΟΝΟΥ ΟΥΔΕΤΕΡΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιγʹ.}1 Πᾶν οὐδέτερον ὄνομα παρ…