Χρύση

Stephanos of Byzantium - Ethnika

Χρύση OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #57
Greek source: meineke
Meineke: 696.15 | Billerbeck: Χ57
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-13
Word count: 109
Source: ../graphic/page_112_001.png
Edit
Χρύση, βαρυτόνως, ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λήμνου. Σοφοκλῆς Λημνίαις “ὦ Λῆμνε Χρύσης τ´ ἀγχιτέρμονες πάγοι”. καὶ ἐν Αἰχμαλώτισι “ταύτην ἐγὼ Κίλλαν τε καὶ Χρύσην [νέμω”.] εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολλοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου ἀκρωτήριον πρὸς Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον. καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ὁ πολίτης Χρυσεύς. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠκεανῖτις, ἣν οὕτω καλεῖ Διονύσιος διὰ τὸ χρυσοῦ ἔχειν μέταλλα. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς, Μαρκιανὸς ἐν περίπλῳ “ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ χρυσῆ καλουμένη χερρόνησος”.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.341
char LCS 246 (43.4%) · word LCS 48 (44.4%)
Stephanos
Χρύση, βαρυτόνως, ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λήμνου. Σοφοκλῆς Λημνίαις “ὦ Λῆμνε Χρύσης τ´ ἀγχιτέρμονες πάγοι”. καὶ ἐν Αἰχμαλώτισι “ταύτην ἐγὼ Κίλλαν τε καὶ Χρύσην [νέμω”.] εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολλοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου ἀκρωτήριον πρὸς Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον. καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ὁ πολίτης Χρυσεύς. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠκεανῖτις, ἣν οὕτω καλεῖ Διονύσιος διὰ τὸ χρυσοῦ ἔχειν μέταλλα. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς, Μαρκιανὸς ἐν περίπλῳ “ἐν δὲ τῇ ἐκτὸς Γάγγου Ἰνδικῇ χρυσ…
Herodian
…βουκόλος, ἀφ´ ἧς Κορσίς νῆσος. Μέσση πόλις κατ´ ἀποκοπὴν ἐκ τοῦ Μεσσήνη καὶ Μέση. Χρύση ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λήμνου. Σοφοκλῆς Λημνίαις »ὦ Λῆμνε Χρύσης τ´ ἀρχιτέρμονες πάγοι«· καὶ ἐν Αἰχμαλώτισι »ταύτην ἐγὼ Κίλλαν καὶ Χρύσην νέμω«. εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολλοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου ἀκρωτήριον πρὸς Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον· καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠνεανῖτις. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς Χρυσῆ καλουμένη. Γενέση πόλις Λακωνικῆς. Τεμέση πόλις Ἰταλίας καὶ ποταμός. Ὅμηρος »ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ´ αἴθωνα σίδηρον…