Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χύτροι, Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. ὁ πολίτης Χύτριος. Ἀλέξανδρος ἐν τῷ περὶ Κύπρου “τὴν δὲ Γορδίαν ἀποδοῦναι Χυτρίοις”. καὶ πάλιν “Εὐρυνόην τῶν Χυτρίων βασιλεὺς ἔγημεν”. ἀναλογεῖ δὲ τὸ ἐθνικὸν πρὸς τὸ Χύτρος ἑνικόν, ὡς Κύπριος πρὸς τὸ Κύπρος.
… περὶ τὴν Ἄπρον». Λάμπρος τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον. τριγενῆ δὲ ὄντα ὀξύνεται, σαπρός, λεπρός, λυπρός. Τὰ εἰς 'ρος' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'ρ' τὸ 'τ' μόνον ἢ μεθ´ ἑτέρου συμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτρος Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. Λεῦκτρος, οἶστρος, βόστρος, Ἴστρος ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι δὲ καὶ πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τρίτη νῆσο…