Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ “καὶ τὴν γῆν ὀνομάσαι Χώνην”. “καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν”. ἡ δὲ χώρα Χωνία. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. οὐκοῦν καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία.
Τὰ εἰς 'ωνη' δισύλλαβα παροξύνεται, ζώνη· ἔστι καὶ πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ. μνώνη, σμώνη ἡ πλῆξις τοῦ ἀνέμου, γρώνη, χώνη. ἔστι καὶ Χώνη πόλις Οἰνωτρῶν, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ »καὶ τὴν γῆν ὀνομάσαι Χώνην«. »καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν«. τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται. Τὰ διὰ τοῦ 'ωνη' κύρια καὶ προσηγορικὰ ὑπερδισύλλαβα βαρύνεται, Δωδώνη πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθ´ ἣν Δωδωναῖος Ζεύς »Δωδώνης μεδέων δυσχειμέρου« (Il. …
Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ “καὶ τὴν γῆν ὀνομάσαι Χώνην”. “καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν”. ἡ δὲ χώρα Χωνία. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. οὐκοῦν καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία.
…ετο γλήν. οὐ γὰρ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλις τῆς Γανδαρικῆς Σκυθίας, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειρος Χωνία, παρὰ Ἡροδότῳ ( 9, 93) καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Στράβων ἐν ἕκτῃ »καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν«. χθών μόνον θηλυκὸν ἐκ τῶν εἰς 'ων' μονοσυλλάβων καὶ διαλλάξαν κατὰ τὴν κλίσιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφ´ οὗ καὶ ἡ γενικὴ Θῶνος. τὸ δὲ Θῶν Θῶντος ἐκ πάντων τῶν μονοσυλλάβων μόνον περισπᾶται μιμη…
Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ “καὶ τὴν γῆν ὀνομάσαι Χώνην”. “καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν”. ἡ δὲ χώρα Χωνία. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. οὐκοῦν καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία.
…ηνία χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ «ἔστι δ´ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται». ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντ…